Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.19 Dem. 23.22 (English) >>Dem. 23.25

23.21ὅταν δʼ ἐξετάζω περὶ τοῦ συμφέρειν μὴ τῇ πόλει ταῦτα ψηφίσασθαι, πάντα τἄλλʼ ἀφεὶς τοὺς λογισμοὺς ὁράτω τοὺς περὶ τούτων, πότερʼ ὀρθῶς ἔχοντας ποιοῦμαι οὔ. ἐὰν γὰρ τοῦτον ἔχοντες τὸν τρόπον ἀκροάσησθέ μου, αὐτοί τʼ ἄρισθʼ προσήκει συνήσετε, χωρὶς ἕκαστα σκοποῦντες καὶ οὐχ ἅμα πάνθʼ ἁθρόʼ ἐξετάζοντες, κἀγὼ ῥᾷσθʼ βούλομαι δυνήσομαι διδάξαι. ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι·

23.22λαβὲ δὴ τοὺς νόμους αὐτοὺς καὶ λέγε, ἵνʼ ἐξ αὐτῶν ἐπιδεικνύω τούτων τὸ παράνομον.Νόμος ἐκ τῶν Φονικῶν Νόμων τῶν ἐξ Ἀρείου Πάγου

δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.

23.23ἐπίσχες. ἠκούσατε μὲν τοῦ τε νόμου καὶ τοῦ ψηφίσματος, ἄνδρες Ἀθηναῖοι· ὡς δʼ ἄν μοι δοκεῖτε τοὺς περὶ τοῦ παρανόμου λόγους αὐτοὺς ῥᾷστα μαθεῖν, τοῦθʼ ὑμῖν φράσω· εἰ σκέψαισθʼ ἐν τίνι τάξει ποτʼ ἔσθʼ ὑπὲρ οὗ τὸ ψήφισμʼ εἴρηται, πότερα ξένος μέτοικος πολίτης ἐστίν. εἰ μὲν δὴ μέτοικον φήσομεν, οὐκ ἐροῦμεν ἀληθῆ, εἰ δʼ αὖ ξένον, οὐχὶ δίκαια ποιήσομεν· τὴν γὰρ τοῦ δήμου δωρειάν, ἐν πολίτης γέγονεν, κυρίαν αὐτῷ δίκαιόν ἐστιν εἶναι. ὡς ὑπὲρ πολίτου τοίνυν, ὡς ἔοικε, ποιητέον τοὺς λόγους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.19 Dem. 23.22 (English) >>Dem. 23.25

Powered by PhiloLogic